Σελίδες

Τετάρτη 7 Οκτωβρίου 2015

αγνωστα κειμενα



ΘΕΜΑ 12: Ἡγοῦμαι δέ, ὦ ἄνδρες δικασταί, περὶ μὲν τοῦ νόμου καὶ αὐτοῦ τοῦ πράγματος οὐχ ἕξειν αὐτοὺς ὅ,τι λέξουσιν· ἀναβαίνοντες δ’ ὑμᾶς ἐξαιτήσονται καὶ ἀντιβολήσωσιν οὐκ ἀξιοῦντες τοῦ Ἀλκιβιάδου υἱέος τοσαύτην δειλίαν καταγνῶναι, ὡς ἐκεῖνον πολλῶν ἀγαθῶν ἀλλ’  οὐχὶ πολλῶν κακῶν αἴτιον γεγενημένον ὃν εἰ τηλικοῦτον ὄντα ἀπεκτείνατε, ὅτε πρῶτον εἰς ὑμᾶς ἐλάβετε ἐξαμαρτάνοντα, οὐκ ἂν ἐγένοντο συμφοραὶ τοσαῦται τῇ πόλει. Δεινὸν δέ μοι δοκεῖ, ὦ ἄνδρες δικασταί, εἶναι, εἰ αὐτοῦ μὲν ἐκείνου θάνατον κατέγνωτε, τοῦ δὲ υἱέος ἀδικοῦντος δι’  ἐκεῖνον ἀποψηφιεῖσθε, ὃς αὐτὸς μὲν οὐκ ἐτόλμα μεθ’  ὑμῶν μάχεσθαι, ὁ δὲ πατὴρ αὐτοῦ μετὰ τῶν πολεμίων ἠξίου στρατεύεσθαι.
(ΛΥΣΙΟΥ, Κατὰ Ἀλκιβιάδου Α [141] 16)

$Λέξεις: οὐκ ἔχω + πλάγ. ερ. = απορώ, βρίσκομαι σε αμηχανία, ἐξαιτέω -ῶ = ζητώ, ἐξαιτοῦμαι = σώζω κάποιον με ικεσίες, ἀντιβολῶ + αιτιολ. πρόταση = παρακαλώ, καταγιγνώσκω τινός (= καταψηφίζομαί τινος) = καταδικάζω κάποιον ( ἀποψηφίζομαι – ἀπογιγνώσκω τινός), καταγιγνώσκω τι = γνωρίζω καλά κάτι, τηλικοῦτος – τηλικαύτη – τηλικοῦτον= τόσο μεγάλος ή μικρός (για ηλικία), ἐξαμαρτάνω εἴς τινα = βλάπτω.

?Ασκήσεις:
1. καταγνῶναι, ἀπεκτείνατε, ἐλάβετε: Να γραφεί το β΄ ενικό και πληθυντικό σ’  όλες τις εγκλίσεις στον Αόριστο.
2. ὅ,τι, ἐκεῖνον, τοσαῦται: Να γραφούν οι πλάγιες πτώσεις στο γένος που βρίσκονται οι αντωνυμίες.

ΘΕΜΑ 13: Βούλομαι καὶ ἐν κεφαλαίοις ἐπανελθεῖν τὴν ἀρετὴν αὐτοῦ, ὡς ἂν ὁ ἔπαινος εὐμνημονεστέρως ἔχῃ. Ἀγησίλαος ἱερὰ μὲν καὶ τὰ ἐν τοῖς πολεμίοις ἐσέβετο ἡγούμενος τοὺς θεοὺς οὐχ ἧττον ἐν τῇ πολεμίᾳ χρῆναι ἢ ἐν τῇ φιλίᾳ συμμάχους ποιεῖσθαι· ἱκέτας δὲ θεῶν οὐδὲ ἐχθροὺς ἐβιάζετο, νομίζων ἄλογον εἶναι τοὺς δὲ βωμῶν ἱκέτας ἀποσπῶντας εὐσεβεῖς ἡγεῖσθαι. Ἐκεῖνός γε μὴν ὑμνῶν οὒποτ’  ἔληγεν ὡς τοὺς θεοὺς οἴοιτο οὐδὲν ἧττον ὁσίοις ἔργοις ἢ ἁγνοῖς ἱεροῖς ἥδεσθαι. Ἀλλὰ μὴν καὶ ὅποτε εὐτυχοίη, οὐκ ἀνθρώπων ὑπερεφρόνει, ἀλλὰ θεοῖς χάριν ᾔδει καὶ θαρρῶν πλείονα ἔθυεν ἢ ὀκνῶν ηὔχετο. Εἴθιστο δὲ φοβούμενος μὲν ἱλαρὸς φαίνεσθαι, εὐτυχῶν δὲ πρᾶος εἶναι.
(ΞΕΝΟΦΩΝΤΟΣ, Ἀγησίλαος ΧΙ, 1)

$Λέξεις: ἐν κεφαλαίοις = σε γενικές γραμμές, ἐπανέρχομαι = συγκεφαλαιώνω, ὑμνῶ = εξυμνώ, λέω πολλές φορές, ὑπερφρονῶ = περιφρονώ.

?Ασκήσεις:
1. συμμάχους, θεῶν, βωμῶν, ἔργοις, πλείονα, ἱλαρὸς : Να κλιθούν στις πλάγιες πτώσεις.

ΘΕΜΑ 14: Καὶ εἰ μὲν ἐωρᾶτε, ὦ ἄνδρες δικασταί, σῳζόμενα τῇ πόλει τὰ ὑπὸ τούτων δημευόμενα, συγγνώμην ἂν εἴχομεν· νῦν δ’ ἐπίστασθε ὅτι τὰ μὲν αὐτῶν ὑπὸ τούτων ἀφανίζεται, τὰ δὲ πολλοῦ ἄξια ὄντα ὀλίγου πιπράσκεται. Ἄν δ’ ἐμοὶ πίθησθε, οὐκ ἐλάττω ἀπ’  αὐτῶν ὑμεῖς ὠφελήσεσθε ἢ ἡμεῖς οἱ κεκτημένοι, ἐπεὶ καὶ νυνὶ Διόμνηστος καὶ ἐγὼ καὶ ὁ ἀδελφὸς ἐκ μιᾶς οἰκίας τρεῖς ὄντες τριηραρχοῦμεν, καὶ ὅταν ἡ πόλις δέηται χρημάτων, ἀπὸ τούτων ὑμῖν εἰσφέρομεν. Ὡς οὖν ἡμῶν τοιαύτη τῇ γνώμη χρωμένων, καὶ τῶν προγόνων τῶν ἡμετέρων τοιούτων γεγενημένων, φείδεσθε ἡμῶν οὐδὲν γὰρ  ἂν ἡμᾶς κωλύοι, ὦ ἀνδρὲς δικασταί, ἀθλιωτάτους εἶναι, ἐπὶ μὲν τῶν τριάκοντα ὀρφανοὺς καταλειφθέντας ἐν δὲ τῇ δημοκρατίᾳ τῶν ὄντων ἐστερημένους, οἷς ἡ τύχη παρεδώκαμεν ὥστ’  ἔτι ἡμᾶς παῖδας ὄντας ἐπὶ τὴν Παυσανίου σκηνὴν ἐλθόντας βοηθῆσαι τῷ πλήθει.
(ΛΥΣΙΟΥ, Ὑπὲρ τοῦ Νικίου Ἀδελφοῦ [151] 20)

$Λέξεις: πιπράσκω= πουλώ, δέομαι τίνος (+ τελ. απρμφ.)= έχω ανάγκη, παρακαλώ, γνώμη χρῶμαι = σκέπτομαι, φείδομαι = λύπαμαι, λογαριάζω, δείχνω οίκτο.

?Ασκήσεις:
1. ἐωρᾶτε, δέηται, χρωμένων: Να γραφεί το γ΄ ενικὸ σ’ όλες τις εγκλίσεις στον Ενεστώτα και Παρατατικό.

ΘΕΜΑ 15: Ἐνόμιζον μέν, ὦ ἄνδρες Αἰγινῆται, οὕτω καλῶς βεβουλεῦσθαι περὶ τῶν αὐτοῦ Θρασύλοχον, ὥστε μηδέν’  ἂν ποτ’ ἐλθεῖν ἐναντία πράξοντα ταῖς διαθήκαις αἷς ἐκεῖνος κατέλιπεν· ἐπειδὴ δὲ τοῖς ἀντιδίκοις τοιαύτη γνώμη παρέστηκε, ὥστε καὶ πρὸς οὕτως ἐχούσας αὐτὰς ἀμφισβητεῖν, ἀναγκαίως ἔχει παρ’  ὑμῶν πειρᾶσθαι τῶν δικαίων τυγχάνειν. Τοὐναντίον δὲ πέπονθα τοῖς πλείστοις τῶν ἀνθρώπων. Τοὺς μὲν γὰρ ἄλλους ὁρῶ χαλεπῶς φέροντας, ὅταν ἀδίκως περὶ τινὸς κινδυνεύωσιν, ἐγὼ δ’ ὀλίγου δέω χάριν ἔχειν τούτοις, ὅτι μ’  εἰς τουτονὶ τὸν ἀγώνα κατέστησαν. Ἀκρίτου μὲν γὰρ ὄντος τοῦ πράγματος τετελευτηκότα κληρονόμος εἰμὶ τῶν ἐκείνου· πυθόμενοι δὲ τὰ πραχθέντα πάντες εἲσεσθ’  ὅτι δικαίως ἂν καὶ μείζονος ἢ τοσαύτης δωρεὰς ἠξιώθην.
(ΙΣΟΚΡΑΤΟΥΣ, Αἰγινητικὸς 1 -2)

$Λέξεις: βουλεύομαι = σκέπτομαι, χαλεπῶς φέρω = δυσανασχετώ, ὀλίγου δέω = σχεδόν, ἄκριτον πρᾶγμα = αδίκαστος υπόθεση.

?Ασκήσεις:
1. κατέλιπεν, παρέστηκεν, ἠπίστασθ’, εἴσεσθε: Χ.Α. & Ε.Α.
2. αἷς, ὑμῶν, τουτονί, πάντες: Να κλιθούν στις πλάγιες πτώσεις του γένους που βρίσκονται.

ΘΕΜΑ 16: Ἵνα δὲ εἰδῆτε, ὦ ἄνδρες, ὅτι τὰ πεποιημένα ὑμῖν εἰς ὁμόνοιαν οὐ κακῶς ἔχει, ἀλλὰ τὰ προσήκοντα καὶ τὰ συμφέροντα ὑμῖν αὐτοῖς ἐποιήσατε., βραχέα βούλομαι καὶ περὶ τούτων εἰπεῖν. Οἱ γὰρ πατέρες οἱ ὑμέτεροι γενομένων τῇ πόλει κακῶν μεγάλων, ὅτε οἱ τύραννοι μὲν εἶχον τὴν πόλιν, ὁ δὲ δῆμος ἔφευγε, νικήσαντες μαχόμενοι τοὺς τυράννους ἐπὶ Παλληνίῳ, στρατηγοῦντος Λεωγόρου τοῦ προπάππου τοῦ ἐμοῦ καὶ Χαρίου, οὗ ἐκείνου τὴν θυγατέραν εἶχεν, ἐξ ἧς ὁ ἡμέτερος ἦν πάππος, κατελθόντες εἰς τὴν πατρίδα τοὺς μὲν ἀπέκτειναν, τῶν δὲ φυγὴν κατέγνωσαν τοὺς δὲ μένειν ἐν τῇ πόλει ἐάσαντες ἠτίμωσαν. Ὕστερον ἡνίκα βασιλεὺς ἐστράτευσε ἐπὶ τὴν Ἑλλάδα γνόντες τῶν σύμφορων τῶν ἐπιουσῶν τὸ μέγεθος καὶ τὴν παρασκευὴν τὴν βασιλέως, ἔγνωσαν τοὺς τὲ φεύγοντας κατάδεξασθαι καὶ τοὺς ἀτίμους ἐπιτίμους ποιῆσαι καὶ κοινὴν τὴν τὲ σωτηρίαν καὶ τοὺς κινδύνους ποιήσασθαι.
(ΑΝΔΟΚΙΔΟΥ, Περὶ τῶν μυστηρίων 106 -107)

$Λέξεις: ὁ δῆμος φεύγει = οι δημοκρατικοὶ εξορίζονται, κατέρχομαι εἰς τὴν πετρίδα = επιστρέφω από την εξορία, ἀτιμῶ τίνα = στερώ κάποιου τα πολιτικὰ δικαιώματα, γιγνώσκω = αποφασίζω, κακῶς ἔχω = βρίσκομαι σε ασχημη κατάσταση, οἱ φεύγοντες = οι εξόριστοι.

?Ασκήσεις:
1. Η πρόταση «Οἱ γὰρ πατέρες …ἠτίμωσαν» να εξαρτηθεί από το Ἀνδοκίδης ἔλεγεν…
2. εἰδῆτε, κατέγνωσαν, εἶχεν: Να γραφεί το β΄ ενικὸ και γ΄ πληθυντικό στους χρόνους που βρίσκονται και να γίνει Χ. Α. των τύπων.

ΘΕΜΑ 17: Οὐ μὴν οὒδ’ ἂν δι’  αὐτῶν εἶχον τὴν πόλιν οἱ νῦν ὄντες ἐν αὐτῇ Ῥόδιοι, περῄνεσ’ ἂν ὑμῖν τούτους ἑλέσθαι, οὐδ’  εἰ πάνθ’ ὑπισχνοῦνθ’  ὑμῖν ποιήσειν. Ὁρῶ γὰρ αὐτοὺς τὸ μὲν πρῶτον, ὅπως καταλύσωσι τὸν δῆμον, προσλαβόντας τινὰς τῶν πολιτῶν, ἐπειδὴ δὲ τοῦτο ἔπραξαν, πάλιν ἐκβαλόντας τούτους· τοὺς οὖν μηδετέροις πιστῶς κεχρημένους οὐδ’  ἂν ὑμῖν βεβαίους ἡγοῦμαι γενέσθαι συμμάχους. Καὶ ταῦτ’ οὐδεπώποτ’  εἶπον ἄν, εἰ τῷ Ῥοδίων δήμῳ μόνον ἡγούμην συμφέρειν· οὔτε γὰρ προξενῶ τῶν ἀνδρῶν οὒτ’ ἰδίᾳ ξένος αὐτῶν οὐδεὶς ἐστι μοί. Οὐ μήν, οὐδ’ εἰ ταῦτα ἀμφότερα ἦν, εἰ μὴ συμφέρειν ὑμῖν ἡγούμην, εἶπον ἄν, ἐπεὶ Ῥοδίους γ’,  εἰ οἶόν τε τοῦτ’ εἰπεῖν τῷ συναγορεύοντι τῇ σωτηρίᾳ αὐτῶν, συγχαίρω τῶν γεγενημένων.
(ΔΗΜΟΣΘΕΝΟΥΣ, Ὑπὲρ τῆς Ροδίων ἐλευθερίας 14 -15)

$Λέξεις: οὐ μὴν = αλλά όμως, οὐδ’ εἰ = ούτε και αν, ἔχω = έχω υπό την εξουσία, οἱ νῦν ὄντες ἐν τῇ πόλει = οι ισχύοντες τώρα στην πόλη, ἐκβάλλω = εξορίζω, πιστῶς χρῶμαί τινι = φέρομαι πιστα σε κάποιον, βέβαιος = ασφαλής, προξενῶ τινος = ενεργώ ως αντιπρόσωπος κάποιου.

?Ασκήσεις:
1. ἑλέσθαι, ἐκβαλόντας, συμφέρειν: Χ.Α. στην Οριστική στο γ΄ πληθυντικό και Ε.Α. στον Ενεστώτα και Αόριστο στο β΄ ενικό.

Δεν υπάρχουν σχόλια:

Δημοσίευση σχολίου