ΘΕΜΑ 6: Ἴσως τινὲς ὑμῶν θαυμάζουσιν , ὅτι τὸν ἄλλον χρόνον ἐμμεμενηκὼς τοῖς τῆς πόλεως νομίμοις ὡς οὐκ οἶδ' εἴ τις ἄλλος τῶν ἡλικιωτῶν τοσαύτην πεποίημαι τὴν μεταβολήν, ὥστε περὶ ὧν ὀκνοῦσιν οἱ πρεσβύτεροι λέγειν, περὶ τούτων νεώτερος ὢν παρελήλυθα συμβουλεύσων· Ἐγὼ δ’ εἰ μὲν τις τῶν ἐθισμένων ἐν ὑμῖν ἀγορεύειν ἀξίως ἦν τῆς πόλεως εἰρηκώς, πολλὴν ἂν ἡσυχίαν ἦγον· νῦν δ’ ὁρῶν τοὺς δὲ συναγορεύοντας οἷς οἱ πολέμιοι προστάττουσι, τοὺς δὲ οὐκ ἐρρωμένως ἐναντιουμένους, τοὺς δὲ παντάπασιν ἀποσεσιωπηκότας, ἀνέστην ἀποφανούμενος, ἃ γιγνώσκω περὶ τούτων, αἰσχρὸν νομίσας, εἰ τὴν ἰδίαν τοῦ βίοιυ τάξιν διαφυλάττων περιόψομαι τὴν πόλιν ἀνάξια ψηφισαμένην αὐτῆς.
(ΙΣΟΚΡΑΤΟΥΣ, Ἀρχίδαμος, 1-3)
$Λέξεις: θαυμάζω= απορώ, ἐμμένω τινι=
μένω πιστός, ἡλικιώτης= συνομήλικος,
ἀποφαίνομαι= λέγω την γνώμη μου, περιορῶ= βλέπω με αδιαφορία.
?Ασκήσεις:
1. τινές,
τοσαύτην, ὧν: Να κλιθούν σ’ όλα τα
γένη.
2.
οἶδα, παρελήλυθα, ἀνέστην: Να
κλιθούν στον παρατατικό και να γίνει Ε. Α. στον ενεστώτα στο γ΄ ενικό και στον
αόριστο στο γ΄πληθυντικό.
ΘΕΜΑ 7: Πολλὴν μοι ἀπορίαν παρέχει ὁ
ἀγὼν οὗτοσί, ὦ ἄνδρες δικασταί, ὅταν ἐνθυμηθῶ, ὅτι, ἂν ἐγὼ μὲν μὴ νῦν εὖ εἴπω,
οὐ μόνον ἐγώ, ἀλλὰ καὶ ὁ πατὴρ δόξει ἄδικος εἶναι καὶ τῶν ὄντων ἁπάντων
στερήσομαι. Ἀνάγκη οὖν εἰ καὶ μὴ δεινὸς πρὸς ταῦτα πέφυκα, βοηθεῖν τῷ πατρὶ καὶ
ἐμαυτῷ οὕτως, ὅπως ἂν δύνωμαι. Τὴν μὲν οὖν παρασκευὴν καὶ προθυμίαν τῶν ἐχθρῶν
ὁρᾶτε καὶ οὐδὲν δεῖ περὶ τούτων λέγειν· τὴν δ’ ἐμὴν ἀπειρίαν πάντες ἴσασιν,
ὅσοι ἐμὲ γιγνώσκουσιν. Αἰτήσομαι οὖν ὑμᾶς δίκαια καὶ ῥᾴδια χαρίσασθαι, ἄνευ
ὀργῆς καὶ ἡμῶν ἀκοῦσαι, ὥσπερ τῶν κατηγόρων.
(ΛΥΣΙΟΥ, Ὑπὲρ τοῦ Ἀριστοφάνους χρημάτων)
$Λέξεις: ἀπορία=
δυσκολία, ὁ ἀγών= η δίκη, ἐνθυμοῦμαι= σκέπτομαι, δεινός= ικανός, φοβερός, χαρίζομαι δίκαια καὶ ῥᾴδια= κάνω δίκαιη
και εύκολη χρήση.
?Ασκήσεις:
1.
ὁ ἀγὼν , ὁ πατήρ, δικασταί: Να
κλιθούν.
2.
παρέχει, λέγειν, ἴσασι, ἀκοῦσαι: Να
γίνει Χ.Α. των τύπων.
3.
ἐνθυμηθῶ, ἴσασι, δύνωμαι: Να γίνει
Ε.Α. των τύπων.
ΘΕΜΑ 8: Ὑπὸ δὲ τοὺς αὐτοὺς καιροὺς
Ὄλυνθος ἥλω καὶ πολλοὶ τῶν ἡμετέρων ἐγκατελήφθησαν πολιτῶν, ὧν ἦν Ἰατροκλῆς ὁ
Ἐργοχάρους ἀδελφὸς καὶ Εὔκρατος ὁ Στρομβίχου υἱός. Ὑπὲρ δὲ τούτων ἱκετηρίαν
θέντες οἱ οἰκεῖοι ἐδέοντο ὑμῶν ἐπιμελείαν ποιήσασθαι. Παρελθόντες δὲ αὐτοῖς
συνηγόρουν Φιλοκράτης καὶ Δημοσθένης, ἀλλ’ οὐκ Αἰσχίνης. Καὶ πέμπουσι
πρεσβευτὴν Ἀριστόδημον τὸν ὑποκριτὴν πρὸς Φίλιππον διὰ τὴν γνῶσιν καὶ
φιλανθρωπίαν τῆς τέχνης. Ὡς δ’ ἐπανήκων
ἀπὸ τῆς πρεσβείας ὁ Ἀριστόδημος διὰ τινος ἀσχολίας οὐ προσῄει πρὸς τὴν βουλήν,
ἀλλ’ ἔφθασεν αὐτὸς Ἰατροκλῆς ἐλθὼν ἐκ Μακεδονίας ἀφεθεὶς ὑπὸ Φιλίππου ἄνευ
λύτρων, ἐνταῦθ’ ἠγανάκτουν πολλοί, ὅτι τὴν πρεσβείαν οὐκ ἀπήγγειλεν ὁ
Ἀριστόδημος, τοὺς αὐτοὺς λόγους ἀκούοντες τοῦ Ἰατροκλέους περὶ τοῦ Φιλίππου.
Τελευταῖον δ’ εἰς τὴν βουλὴν εἰσελθὼν Δημοκράτης ὁ Ἀφιδναῖος ἔπεισε τὴν βουλὴν
ἀνακαλέσασθαι τῶν Ἀριστόδημον. Εἷς δὲ τῶν βουλευτῶν ἦν Δημοσθένης ὁ ἐμὸς
κατήγορος.
(ΑΙΣΧΙΝΟΥ, Περὶ παραπρεσβείας 15 -17)
$Λέξεις: ἁλίσκομαι = κυριεύομαι, ἐγκαταλαμβάνω
= αιχμαλωτίζω, ἱκετηρίαν τίθημι ὑπὲρ
τινος = ικετεύω, ἐπιμελείαν ποιοῦμαι
= φροντίζω, ἐπανήκω = επιστρέφω, φθάνω ἐλθὼν = φθάνω νωρίτερα.
?Ασκήσεις:
1.
ἥλω, ἐγκατελήφθησαν, ἀπήγγειλε: Χ.Α.
& Ε.Α. στο β΄ ενικό του αορίστου.
2.
θέντες, ἐδέοντο: Ε. Α. στο β΄
πληθυντικό του ενεστώτα και αορίστου.
ΘΕΜΑ 9: Φίλιππος γὰρ ἄρχεται περὶ
Ἀλοννήσου λέγων ὡς ἡμῖν δίδωσιν ἐαυτῷ οὖσαν, ὑμᾶς δὲ οὔ φησι δικαίως αὐτὸν
ἀπαιτεῖν· οὐ γὰρ ὑμετέραν οὖσαν οὔτε λαβεῖν οὔτε νῦν ἔχειν. Ἔλεγε δὲ καὶ πρὸς
ἡμᾶς τοιούτους λόγους, ὅτε πρὸς αὐτὸν ἐπρεσβεύσαμεν, ὡς ληστὰς ἀφελόμενος
ταύτην τὴν νῆσον κτήσαιτο καὶ προσήκειν αὐτὴν ἑαυτοῦ εἶναι. Τοῦτον δὲ τὸν
λόγον, ὡς οὔκ ἐστι δίκαιος, οὐ χαλεπὸν ἐστιν αὐτοῦ ἀφελέσθαι. Ἅπαντες γὰρ οἱ
λησταὶ τοὺς ἀλλοτρίους τόπους καταλαμβάνοντες καὶ τούτους ἐχθροὺς ποιούμενοι
ἐντεῦθεν τοὺς ἄλλους κακῶς ποιοῦσιν. Ὁ δὴ τοὺς ληστὰς τιμωρησάμενος καὶ
κρατήσας οὐκ ἂν δήπου εἰκότα λέγοι, εἰ φαίη, ἃ ἐκεῖνοι ἀδίκως καὶ ἀλλότρια
εἶχον, ταῦθ’ ἑαυτοῦ γίγνεσθαι. Εἰ γὰρ
ταῦτα συγχωρήσετε, τί κωλύει, καὶ εἴ τινα τῆς Ἀττικῆς λησταὶ τόπον καταλάβοιεν
ἢ Λήμνου ἢ Ἴμβρου ἢ Σκύρου, καὶ τινες τούτους τοὺς ληστὰς ἐκκόψαιεν, εὐθὺς καὶ
τὸν τόπον τοῦτον , οὗ ἦσαν οἱ λησταί, τὸν ὄντα ἡμέτερον, τῶν τιμωρησαμένων τοὺς
ληστὰς γίγνεσθαι;
(ΔΗΜΟΣΘΕΝΟΥΣ, Περὶ Ἀλοννήσου 2 -4)
$Λέξεις: πρεσβεύω = στέλλομαι ως πρεσβευτής.
?Ασκήσεις:
1.
ὑμᾶς, ταύτην, τοὺς ἄλλους, τινά: Να
κλιθούν.
2.
δίδωσιν, ἀφελόμενος, καταλαμβάνοντες:
Χ.Α. στο γ΄ πληθυντικό της Οριστικής καὶ Ευκτικής καὶ Ε. Α. στο β΄ ἑνικὸ καὶ
πληθ. τοῦ Ενεστώτα, Αορίστου καὶ Παρακειμένου.
ΘΕΜΑ 10: Εἰδότες ὑμᾶς, ὦ ἄνδρες
Ἀθηναῖοι, καὶ τοῖς ἀδικουμένοις προθύμως βοηθεῖν εἰθισμένους καὶ τοῖς
εὐεργέταις μεγίστην χάριν ἀποδιδόντας, ἥκομεν ἰκετεύσοντες μὴ περιιδεῖν ἡμᾶς,
εἰρήνης οὔσης, ἀναστάτους ὑπὸ Θηβαίων γεγενημένους. Πολλῶν δὲ ἤδη πρὸς ὑμᾶς
καταφυγόντας καὶ διαπραξαμένων ἅπανθ’ ὅσων ἐδεήθησαν, πολλὴν ἡγούμεθα μάλιστα
προσήκειν ὑμῖν περὶ τῆς ἡμετέρας πόλεως ποιήσασθαι πρόνοιαν· οὔτε γὰρ
ἀδικωτέρους οὐδένας ἂν ἠμῶν εὕροιτε τηλικαύταις συμφοραῖς περιπεπτωκότας οὒτ’
ἐκ πλείονος χρόνου πρὸς τὴν ἡμετέραν πόλιν οἰκειότερον διακειμένους. Ἔτι δὲ
περὶ τούτων δεησόμενοι πάρεσμεν, ἐν οἷς κίνδυνος μὲν οὐδεὶς ἔνεστι, πάντες δὲ
ἄνθρωποι πειθομένους νομιοῦσιν ὑμᾶς ὀσιωτάτους καὶ δικαοτάτους εἶναι τῶν
Ἑλλήνων.
(ΙΣΟΚΡΑΤΗΣ, Πλαταϊκὸς α΄ 14, 1 - 3)
$Λέξεις: ἀποδίδωμι χάριν = ανταποδίδω ευγνωμοσύνη, περιορῶ = αδιαφορώ, περιφρονώ, εγκαταλείπω, ἀνάστατος γίγνομαι = καταστρέφομαι, ερημώνομαι, διαπράττομαι = κατορθώνω, πάρειμι = έχω έλθει, διάκειμαι = είμαι διτεθειμένος.
?Ασκήσεις:
1.
ἀποδιδόντας, περιιδεῖν, ἐδεήθησαν:
Να γραφεί το β΄ ενικὸ και πληθυντικὸ πρόσωπο σ’
όλες τις εγκλίσεις στον Αόριστο.
2.
ἅπαντα: Να κλιθεί σ’ όλα τα γένη.
Δεν υπάρχουν σχόλια:
Δημοσίευση σχολίου